Add parallel Print Page Options

17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; 18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν. 19 καὶ ἐζήτησαν οἱ [a]γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν [b]τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς [c]εἶπεν τὴν παραβολὴν ταύτην.

20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, [d]ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· 22 ἔξεστιν [e]ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς [f]αὐτούς· 24 [g]Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; [h]ἀποκριθέντες δὲ εἶπαν· Καίσαρος. 25 ὁ δὲ εἶπεν [i]πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι [j]τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [k]ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν 28 λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος [l]ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 γραμματεῖς καὶ οἱ ἀρχιερεῖς WH Treg NIV ] ἀρχιερεῖς καὶ οἱ γραμματεῖς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 τὸν λαόν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:19 εἶπεν τὴν … ταύτην WH Treg NIV ] τὴν … ταύτην εἶπεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:20 ὥστε WH Treg NIV ] εἰς τὸ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:22 ἡμᾶς WH Treg NIV ] ἡμῖν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:23 αὐτούς WH Treg NIV ] + Τί με πειράζετε RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 Δείξατέ WH Treg NIV ] Ἐπιδείξατέ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:24 ἀποκριθέντες Treg RP ] οἱ WH NIV
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:25 πρὸς αὐτούς Τοίνυν ἀπόδοτε WH Treg NIV ] αὐτοῖς Ἀπόδοτε τοίνυν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:26 τοῦ WH ] αὐτοῦ Treg NIV RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:27 ἀντιλέγοντες NIV RP ] λέγοντες WH Treg
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 20:28 WH Treg NIV ] ἀποθάνῃ RP